Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.75 Dem. 43.77 (English) >>Dem. 43.80

43.76πῶς ἂν μᾶλλον ἐξερημώσαιεν ἄνθρωποι οἶκον, εἴ τινες τούς τε γένει ὄντας ἐγγυτάτω Ἁγνίᾳ, τούτους ἐξελαύνοιεν ἐξ ἑτέρου οἴκου ὄντες, τοῦ Στρατίου, καὶ πάλιν εἰ τὸν μὲν κλῆρον ἀξιοῖ ἔχειν τὸν Ἁγνίου ὡς γένει προσήκων, τὸ δʼ ὄνομα, ἐστιν αὐτῷ, μὴ ὅτι ἐκ τοῦ Ἁγνίου οἴκου, ἀλλʼ οὐδʼ ἐκ τοῦ Στρατίου ἐστὶν τοῦ ἑαυτοῦ προγόνου, οὐδὲ τῶν ἄλλων ἀπογόνων τῶν Βουσέλου, τοσούτων γενομένων, οὐδενὸς ἔχει τὸ ὄνομα; 43.77ἀλλὰ πόθεν δή ἐστι τὸ ὄνομα Μακάρτατος; ἐκ τῶν πρὸς μητρός. εἰσεποιήθη γὰρ οὗτος εἰς τὸν οἶκον τὸν Μακαρτάτου τοῦ Προσπαλτίου, ἀδελφοῦ ὄντος τῆς μητρὸς τῆς τούτου, καὶ ἔχει καὶ ἐκεῖνον τὸν οἶκον. καὶ οὕτως ἐστὶν ὑβριστής, ὥστε γενομένου αὐτῷ υἱέος τοῦ μὲν εἰσαγαγεῖν εἰς τὸν οἶκον τὸν Ἁγνίου υἱὸν τῷ Ἁγνίᾳ ἐπελάθετο, καὶ ταῦτα ἔχων τὸν κλῆρον τὸν Ἁγνίου καὶ φάσκων πρὸς ἀνδρῶν αὐτῷ προσήκειν· 43.78τοῦτον δὲ τὸν υἱὸν τὸν γενόμενον τῷ Μακαρτάτῳ εἰσπεποίηκεν τῷ πρὸς μητρὸς εἰς τοὺς Προσπαλτίους, τὸν δὲ Ἁγνίου οἶκον εἴακεν ἔρημον εἶναι τὸ τούτου μέρος· φησὶ δὲ τὸν πατέρα τὸν ἑαυτοῦ Θεόπομπον προσήκειν Ἁγνίᾳ. δὲ νόμος κελεύει τοῦ Σόλωνος κρατεῖν τοὺς ἄρρενας καὶ τοὺς ἐκ τῶν ἀρρένων· οὗτος δὲ οὑτωσὶ ῥᾳδίως κατεφρόνησεν καὶ τῶν νόμων καὶ τοῦ Ἁγνίου, καὶ εἰσεποίησεν τὸν υἱὸν εἰς τὸν οἶκον τὸν πρὸς μητρός. πῶς ἂν γένοιντο τούτων ἄνθρωποι παρανομώτεροι βιαιότεροι;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.75 Dem. 43.77 (English) >>Dem. 43.80

Powered by PhiloLogic